Μυροδοχείο Επίχρυσο 67-613
Το Μυροδοχείο Επίχρυσο 67-613 κατασκευάζεται από Έλληνες τεχνίτες σύμφωνα με την παράδοση της εκκλησιάς μας . Το υλικό κατασκευής του είναι από ορείχαλκο και χαλκό. Είναι επιχρυσωμένο και περασμένο με διαφανές βερνίκι ώστε να αυξάνεται αρκετά η διάρκεια ζωής του. Έχει μπουκαλάκι γυάλινο εσωτερικά για την καλύτερη η φύλαξη του αγίου μύρου .
======================
Τὸ Ἅγιον Μύρον
Τὸ Ἅγιον Μύρον εἶναι θεσμὸς καθαρῶς χριστιανικός. Ἐν τούτοις, ἐν τῇ Παλαιᾷ Διαθήκῃ, ἀπαντῶσι προδιατυπώματα τοῦ Ἁγίου Μύρου, καὶ συγκεκριμένως ἐν τῇ Πεντατεύχῳ καθορίζεται ὁ τρόπος τῆς παρασκευῆς, τὰ ὑλικὰ τῆς συνθέσεως καὶ ἡ χρῆσις «μύρου» παρασκευαζομένου ὑπὸ εἰδικοῦ «μυρεψοῦ», «τέχνη μυρεψοῦ». «Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσὴν λέγων· καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν ἲν καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνη μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται. Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. Ἐπὶ σάρκα, ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι καὶ ἁγίασμα ἔσται ὑμῖν. Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἔσω τοῦ λαοῦ αὐτοῦ».(Ἔξοδος 30, 22-33) Διὰ τοῦ μύρου τούτου ἐχρίοντο ἐπίσης καὶ οἱ βασιλεῖς.